ΣΧΕΔΙΑΖΕΤΑΙ Η ΠΕΡΙΓΡΑΦΗ.
ΜΑΝΗ - ΠΥΡΡΙΧΟΣ -ΚΑΒΑΛΟΣ
=====================================
ΠΕΙΡΙΗΓΗΣΗ ΠΑΥΣΑΝΙΑ- ΛΑΚΩΝΙΚΑ-
ΠΕΡΙ ΠΥΡΡΙΧΟΥ
ΠΕΙΡΙΗΓΗΣΗ ΠΑΥΣΑΝΙΑ- ΛΑΚΩΝΙΚΑ-
ΠΕΡΙ ΠΥΡΡΙΧΟΥ
XXV. προελθόντι δὲ ἀπὸ τοῦ μνήματος ἐκδίδωσιν ἐς
θάλασσαν ποταμός, ὄνομα δέ οἱ Σκύρας, ὅτι κατὰ τοῦτον ἀνώνυμον τέως ὄντα Πύρρος
ὁ Ἀχιλλέως ἔσχε ταῖς ναυσίν, ἡνίκα ἐπὶ τὸν Ἑρμιόνης γάμον ἔπλευσεν ἐκ Σκύρου.
διαβάντων δὲ τὸν ποταμὸν ἔστιν ἱερὸν ἀρχαῖον ἀΠωτέρω Διὸς βωμοῦ. τοῦ ποταμοῦ δὲ
σταδίους τεσσαράκοντα ἀπέχει Πύρριχος ἐν μεσογαίᾳ. τὸ δὲ ὄνομα τῇ πόλει
γενέσθαι φασὶν ἀπὸ Πύρρου τοῦ Ἀχιλλέως, οἱ δὲ εἶναι θεὸν Πύρριχον τῶν
καλουμένων [2] Κουρήτων: εἰσὶ δὲ οἳ Σιληνὸν ἐκ Μαλέας ἐλθόντα ἐνταῦθα λέγουσιν
οἰκῆσαι. τραφῆναι μὲν δὴ τὸν Σιληνὸν ἐν τῇ Μαλέᾳ δηλοῖ καὶ τάδε ἐξ ᾄσματος
Πινδάρου
ὁ ζαμενὴς
δὲ ὁ χοροιτύπος, ὃν Μαλέας ὄρος
ἔθρεψε,
Ναί̈δος ἀκοίτας, Σιληνός: (Πινδάρου Αποσπάσματα 156σ)
ξηροεδεῤὡς δὲ καὶ Πύρριχος ὄνομα ἦν αὐτῷ, Πινδάρῳ μὲν
οὐκ ἔστιν εἰρημένον, λέγουσι δὲ οἱ περὶ τὴν Μαλέαν οἰκοῦντες.
[3] ἔστι δὲ ἐν τῇ Πυρρίχῳ φρέαρ ἐν τῇ ἀγορᾷ, δοῦναι δέ
σφισι τὸν Σιληνὸν νομίζουσι: σπανίζοιέν τ' ἂν ὕδατος, εἰ τὸ φρέαρ τοῦτο
ἐπιλείποι. θεῶν δὲ ἐν τῇ γῇ σφισιν ἱερά ἐστιν Ἀρτέμιδός τε ἐπίκλησιν
Ἀστρατείας, ὅτι τῆς ἐς τὸ πρόσω στρατείας ἐνταῦθα ἐπαύσαντο Ἀμαζόνες, καὶ
Ἀπόλλων Ἀμαζόνιος: ξόανα μὲν ἀμφότερα, ἀναθεῖναι δὲ λέγουσιν αὐτὰ τὰς ἀπὸ
Θερμώδοντος γυναῖκας.
[4] ἀπὸ δὲ Πυρρίχου καταβάντι ἐς θάλασσαν ἔστι
Τευθρώνη: τὸν δὲ οἰκιστὴν οἱ ταύτῃ Τεύθραντα Ἀθηναῖον ὄντα ἀποφαίνουσι, τιμῶσι
δὲ θεῶν μάλιστα Ἰσσωρίαν Ἄρτεμιν, καὶ πηγή σφισίν ἐστι Ναί̈α. Τευθρώνης δὲ
ἀπέχει πεντήκοντα καὶ ἑκατὸν σταδίους ἐς θάλασσαν ἀνέχουσα ἄκρα Ταίναρον, καὶ
λιμένες ὅ τε Ἀχίλλειός ἐστι καὶ Ψαμαθοῦς, ἐπὶ δὲ τῇ ἄκρᾳ ναὸς εἰκασμένος
σπηλαίῳ καὶ πρὸ αὐτοῦ Ποσειδῶνος ἄγαλμα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου